You are currently browsing the tag archive for the ‘Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου’ tag.

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

( Ιωάν. ε΄115)

Τῷ καιρῷ ἐκεῖνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.

Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

(Μάρ­κου, ι­ε΄43-ι­στ΄8)

Τῷ καιρῷ ἐκεῖνῳ ἐλ­θὼν Ἰ­ω­σὴφ ὁ ἀ­πὸ Ἁ­ρι­μα­θα­ί­ας, εὐ­σχή­μων βου­λευ­τής, ὃς καὶ αὐ­τὸς ἦν προσ­δε­χό­με­νος τὴν βα­σι­λε­ί­αν τοῦ Θε­οῦ, τολ­μή­σας εἰ­σῆλ­θε πρὸς Πι­λᾶ­τον καὶ ᾐ­τή­σα­το τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ.  Ὁ δὲ Πι­λᾶ­τος ἐ­θα­ύ­μα­σεν εἰ ἤ­δη τέ­θνη­κε, καὶ προ­σκα­λε­σά­με­νος τὸν κεν­τυ­ρί­ω­να ἐ­πη­ρώ­τη­σεν αὐ­τὸν εἰ πά­λαι ἀ­πέ­θα­νε·  καὶ γνοὺς ἀ­πὸ τοῦ κεν­τυ­ρί­ω­νος ἐ­δω­ρή­σα­το τὸ σῶ­μα τῷ Ἰ­ω­σήφ.  Καὶ ἀ­γο­ρά­σας σιν­δό­να καὶ κα­θε­λὼν αὐ­τὸν ἐ­νε­ί­λη­σε τῇ σιν­δό­νι καὶ κα­τέ­θη­κεν αὐ­τὸν ἐν μνη­με­ί­ῳ ὃ ἦν λε­λα­το­μη­μέ­νον ἐκ πέ­τρας, καὶ προ­σε­κύ­λι­σε λί­θον ἐ­πὶ τὴν θύ­ραν τοῦ μνη­με­ί­ου.

Διαβάστε τη συνέχεια του άρθρου »

(Η ψηλάφηση του Θωμά, Μονή Δαφνίου, 11ος αι.)

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

( Ιωάννου  κ΄ 19-31)

Οὔ­σης οὖν ὀ­ψί­ας τῇ ἡ­μέ­ρᾳ ἐ­κε­ί­νῃ τῇ μιᾷ σαβ­βά­των, καὶ τῶν θυ­ρῶν κε­κλει­σμέ­νων ὅ­που ἦ­σαν οἱ μα­θη­ταὶ συ­νηγ­μέ­νοι διὰ τὸν φό­βον τῶν Ἰ­ου­δα­ί­ων, ἦλ­θεν ὁ Ἰ­η­σοῦς καὶ ἔ­στη εἰς τὸ μέ­σον, καὶ λέ­γει αὐ­τοῖς· Εἰ­ρή­νη ὑ­μῖν.Καὶ τοῦ­το εἰ­πὼν ἔ­δει­ξεν αὐ­τοῖς τὰς χεῖ­ρας καὶ τὴν πλευ­ρὰν αὐ­τοῦ. ἐ­χά­ρη­σαν οὖν οἱ μα­θη­ταὶ ἰ­δόν­τες τὸν Κύ­ριον. 

Εἶ­πεν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς πά­λιν· Εἰ­ρή­νη ὑ­μῖν. Κα­θὼς ἀ­πέ­σταλκέ με ὁ πα­τήρ, κἀ­γὼ πέμ­πω ὑ­μᾶς.  καὶ τοῦ­το εἰ­πὼν ἐ­νε­φύ­ση­σε καὶ λέ­γει αὐ­τοῖς· Λά­βε­τε Πνεῦ­μα ἅ­γιον·  ἄν τι­νων ἀ­φῆ­τε τὰς ἁ­μαρ­τί­ας, ἀ­φί­εν­ται αὐ­τοῖς, ἄν τι­νων κρα­τῆ­τε, κε­κρά­την­ται.

Διαβάστε τη συνέχεια του άρθρου »

 

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

Μάρκ. ι΄ 32-45

Τῷ καιρῷ ἐκεῖνω παραλαμβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητάς αὐτοῦ καί ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

 (Μάρκ. θ΄ 17-31)

Τῷ και­ρῷ ἐ­κεί­νω ἄν­θρω­πός τις προ­σῆλ­θε τῷ  Ἰ­η­σοῦ, γο­νυ­πε­τῶν καί λέ­γων· Δι­δά­σκα­λε, ἤ­νεγ­κα τὸν υἱ­όν μου πρὸς σέ, ἔ­χον­τα πνεῦ­μα ἄ­λα­λον. Καὶ ὅ­που ἂν αὐ­τὸν κα­τα­λά­βῃ, ῥήσ­σει αὐ­τόν, καὶ ἀ­φρί­ζει καὶ τρί­ζει τοὺς ὀ­δόν­τας αὐ­τοῦ, καὶ ξη­ρα­ί­νε­ται· καὶ εἶ­πον τοῖς μα­θη­ταῖς σου ἵ­να αὐ­τὸ ἐκ­βά­λω­σι, καὶ οὐκ ἴ­σχυ­σαν.

Ὁ δὲ ἀ­πο­κρι­θεὶς αὐ­τῷ λέ­γει· Ὦ γε­νε­ὰ  ἄ­πι­στος, ἕ­ως πό­τε πρὸς ὑ­μᾶς ἔ­σο­μαι; ἕ­ως πό­τε ἀ­νέ­ξο­μαι ὑ­μῶν; Φέ­ρε­τε αὐ­τὸν πρός με. Καὶ ἤ­νεγ­καν αὐ­τὸν πρὸς αὐ­τόν. Καὶ ἰ­δὼν αὐ­τὸν εὐ­θέ­ως τὸ πνεῦ­μα ἐ­σπά­ρα­ξεν αὐ­τόν, καὶ πε­σὼν ἐ­πὶ τῆς γῆς ἐ­κυ­λί­ε­το  ἀ­φρί­ζων.

Καὶ ἐ­πη­ρώ­τη­σε τὸν πα­τέ­ρα αὐ­τοῦ· Πό­σος χρό­νος ἐ­στὶν ὡς τοῦ­το γέ­γο­νεν αὐ­τῷ; Ὁ δὲ εἶ­πε· Παι­δι­ό­θεν. Καὶ πολ­λά­κις αὐ­τὸν καὶ εἰς πῦρ ἔ­βα­λε καὶ εἰς ὕ­δα­τα, ἵ­να ἀ­πο­λέ­σῃ αὐ­τόν· ἀλ­λ’ εἴ τι δύ­να­σαι, βο­ή­θη­σον ἡ­μῖν σπλαγ­χνι­σθεὶς ἐ­φ’ ἡ­μᾶς.

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

(Μάρκ. η΄ 34-θ΄ 1)

Κυριακὴ Γ Νηστειῶν -τῆς Σταυροπροσκυνήσεως

Εἶπεν ὁ Κύριος· Ὅ­στις θέ­λει ὀ­πί­σω μου ἀ­κο­λου­θεῖν, ἀ­παρ­νη­σά­σθω ἑ­αυ­τὸν καὶ ἀ­ρά­τω τὸν σταυ­ρὸν αὐ­τοῦ, καὶ ἀ­κο­λου­θε­ί­τω μοι.  Ὅς γὰρ ἂν θέ­λῃ τὴν ψυ­χὴν αὐ­τοῦ σῶ­σαι, ἀ­πο­λέ­σει αὐ­τήν· ὃς δ’ ἂν ἀ­πο­λέ­σῃ τὴν ἑ­αυ­τοῦ ψυ­χὴν ἕ­νε­κεν ἐ­μοῦ καὶ τοῦ εὐ­αγ­γε­λί­ου, οὗ­τος σώ­σει αὐ­τήν.

Τί γὰρ ὠ­φε­λή­σει ἄν­θρω­πον ἐ­ὰν κερ­δή­σῃ τὸν κό­σμον ὅ­λον, καὶ ζη­μι­ω­θῇ τὴν ψυ­χὴν αὐ­τοῦ;  Ἤ τί δώ­σει ἄν­θρω­πος ἀν­τάλ­λαγ­μα τῆς ψυ­χῆς αὐ­τοῦ; Ὅς γὰρ ἐ­ὰν ἐ­παι­σχυν­θῇ με καὶ τοὺς ἐ­μοὺς λό­γους ἐν τῇ γε­νε­ᾷ τα­ύ­τῃ τῇ μοι­χα­λί­δι καὶ ἁ­μαρ­τω­λῷ, καὶ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐ­παι­σχυν­θή­σε­ται αὐ­τὸν ὅ­ταν ἔλ­θῃ ἐν τῇ δό­ξῃ τοῦ πα­τρὸς αὐ­τοῦ με­τὰ τῶν ἀγ­γέ­λων τῶν ἁ­γί­ω­ν.

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

(Μάρκ. β΄ 1-12) 

Καὶ εἰ­σῆλ­θε πά­λιν εἰς Κα­περ­να­οὺμ δι’ ἡ­με­ρῶν καὶ ἠ­κο­ύ­σθη ὅ­τι εἰς οἶ­κόν ἐ­στι. Καὶ εὐ­θέ­ως συ­νή­χθη­σαν πολ­λοὶ, ὥ­στε μη­κέ­τι χω­ρεῖν μη­δὲ τὰ πρὸς τὴν θύ­ραν· καὶ ἐ­λά­λει αὐ­τοῖς τὸν λό­γον.

Καὶ ἔρ­χον­ται πρὸς αὐ­τὸν πα­ρα­λυ­τι­κὸν φέ­ρον­τες, αἰ­ρό­με­νον ὑ­πὸ τεσ­σά­ρων.Καὶ μὴ δυ­νά­με­νοι προ­σεγ­γί­σαι αὐ­τῷ διὰ τὸν ὄ­χλον, ἀ­πε­στέ­γα­σαν τὴν στέ­γην ὅ­που ἦν, καὶ ἐ­ξο­ρύ­ξαν­τες χα­λῶ­σι τὸν κρά­βατ­τον ἐ­φ’ ᾧ ὁ πα­ρα­λυ­τι­κὸς κα­τέ­κει­το.

Ἰδὼν δὲ ὁ Ἰ­η­σοῦς τὴν πί­στιν αὐ­τῶν λέ­γει τῷ πα­ρα­λυ­τι­κῷ· Τέ­κνον, ἀ­φέ­ων­ταί σοι αἱ ἁ­μαρ­τί­αι σου. ἦ­σαν δέ τι­νες τῶν γραμ­μα­τέ­ων ἐ­κεῖ κα­θή­με­νοι καὶ δι­α­λο­γι­ζό­με­νοι ἐν ταῖς καρ­δί­αις αὐ­τῶν· Τί οὗ­τος οὕ­τως λα­λεῖ βλα­σφη­μί­ας; τίς δύ­να­ται ἀ­φι­έ­ναι ἁ­μαρ­τί­ας εἰ μὴ εἷς ὁ Θε­ός; 

Διαβάστε τη συνέχεια του άρθρου »


Κυριακὴ τῆς Ὀρθοδοξίας Α’ Νηστειῶν ( Ἰωάν. Α΄4452)

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.

Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;

Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καί ἴδε. Εἶδεν ὁ Ἰησοῦς τόν Ναθαναήλ ἐρχόμενον πρός αὐτόν καί λέγει περί αὐτοῦ• Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

(Ματθ. Στ΄  1421)

Εἶπεν ὁ Κύριος• ἐάν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 

Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,  ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 

Διαβάστε τη συνέχεια του άρθρου »

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

Ἑκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´, 36 – 46)

Εἶπεν ὀ Κύριος· ὅ­ταν ἔλ­θῃ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐν τῇ δό­ξῃ αὐ­τοῦ καὶ πάν­τες οἱ ἅ­γιοι ἄγ­γε­λοι με­τ’ αὐ­τοῦ, τό­τε κα­θί­σει ἐ­πὶ θρό­νου δό­ξης αὐ­τοῦ· καὶ συ­να­χθή­σε­ται ἔμ­προ­σθεν αὐ­τοῦ πάν­τα τὰ ἔ­θνη, καὶ ἀ­φο­ρι­εῖ αὐ­τοὺς ἀ­π’ ἀλ­λή­λων, ὥσπερ ὁ ποι­μὴν ἀ­φο­ρί­ζει τὰ πρό­βα­τα ἀ­πὸ τῶν ἐ­ρί­φων, καὶ στή­σει τὰ μὲν πρό­βα­τα ἐκ δε­ξι­ῶν αὐ­τοῦ τὰ δὲ ἐ­ρί­φια ἐξ εὐ­ω­νύ­μων.

Τό­τε ἐ­ρεῖ ὁ βα­σι­λεὺς τοῖς ἐκ δε­ξι­ῶν αὐ­τοῦ. Δεῦ­τε, οἱ εὐ­λο­γη­μέ­νοι τοῦ πα­τρός μου, κλη­ρο­νο­μή­σα­τε τὴν ἡ­τοι­μα­σμέ­νην ὑ­μῖν βα­σι­λε­ί­αν ἀ­πὸ κα­τα­βο­λῆς κό­σμου· Ἐ­πε­ί­να­σα γὰρ καὶ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα καὶ ἐ­πο­τί­σα­τέ με, ξέ­νος ἤ­μην καὶ συ­νη­γά­γε­τέ με, γυ­μνὸς καὶ πε­ρι­ε­βά­λε­τέ με, ἠ­σθέ­νη­σα καὶ ἐ­πε­σκέ­ψα­σθέ με, ἐν φυ­λα­κῇ ἤ­μην καὶ ἤλ­θε­τε πρός με.

Διαβάστε τη συνέχεια του άρθρου »

Kατηγορίες

Για να ενημερώνεστε για τα νέα άρθρα, γράψτε εδώ το e-mail σας.

ΠΑΝΕΛΛΗΝΙΑ ΕΝΩΣΗ ΦΙΛΩΝ ΤΩΝ ΠΟΛΥΤΕΚΝΩΝ

Υπέρ της ζωής

ΣΥΝΤΑΓΕΣ 1899

ΟΔΗΓΟΣ ΤΗΣ ΟΙΚΟΔΕΣΠΟΙΝΗΣ 1930

ΠΑΡΑΔΟΣΙΑΚΕΣ ΣΥΝΤΑΓΕΣ

ΣΥΝΤΑΓΕΣ ΤΗΣ ΘΕΙΑΣ ΔΕΣΠΟΙΝΑΣ

ΣΥΝΤΑΓΕΣ ΤΟΥ ΕΛΛ.ΚΙΝΗΜΑΤΟΓΡΑΦΟΥ

Για πάντα φίλοι