You are currently browsing the tag archive for the ‘Πρωτοπρ. Γεωργίου Ἀντωνίου’ tag.
Πρωτοπρ. Γεωργίου Ἀντωνίου Θεολόγου – Νομικοῦ
( Ἰωάν. ιθ΄ 6-11, 13-20, 25-28, 30)
«6 Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως αὐτόν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλᾶτον, λέγοντες· Σταύρωσον σταύρωσον αὐτὸν.Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
Πρόσφατα σχόλια