You are currently browsing the tag archive for the ‘Πειραϊκή Εκκλησία’ tag.
.
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας.
Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεὸν καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος.
Ἁγίου Νικοδήμου Ἁγιορείτου
Ἔφησεν ἄν τι μέλλον Ἀβδιοὺ πάλιν,Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα.
Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.
Οὗτος ἑρμηνεύεται εἰς τὴν ἑλληνικὴν γλῶσσαν,δοῦλος Κυρίου, ἢ ἐξομολογούμενος. Ἐκατάγετο δὲ ἀπὸ τὴν Συχέμ, ἐκ τοῦ ἀγροῦ Βαθαχαράμ, ὢν πρὸ τῆς Χριστοῦ γεννήσεως χρόνους ω΄ [800].
Ἐδούλευε δὲ πρότερον οὗτος εἰς τὸν βασιλέα τῆς Σαμαρείας Ἀχαάβ, καὶ ἔπειτα εἰς τὸν βασιλέα Ὀχοζίαν, ὅταν ἀπέστειλεν Ὀχοζίας πρὸς τὸν ἔνδοξον καὶ μέγαν Προφήτην Ἠλίαν τοὺς δύω πεντηκοντάρχους, διὰ νὰ εἰποῦν εἰς αὐτὸν νὰ καταβῇ ἀπὸ τὸ βουνόν, καὶ νὰ ὑπάγῃ εἰς τὸν βασιλέα.
Οἵτινες διὰ προσευχῆς τοῦ Προφήτου κατεκάησαν μαζὶ μὲ τοὺς ἑκατὸν ἀνθρώπους των, ἐπειδὴ καὶ ἔπεσε φωτία ἀπὸ τὸν οὐρανὸν καὶ κατέκαυσεν αὐτούς.
Πρόσφατα σχόλια