You are currently browsing the tag archive for the ‘ΕΥ. ΦΩΤΙΑΔΟΥ – ΗΛ. ΜΗΝΙΑΤΗ’ tag.
Ἀνδρέας ἀρχιεπίσκοπος Κρήτης, ὁ ῾Ιεροσολυμίτης
᾽Επέστη σήμερον ἡ πάντων χαρά, λύουσα τὴν πρῴην ἀράν. ᾽Επέστη ὁ πανταχοῦ, ἵνα τὰ πάντα πληρώσῃ χαρᾶς.
῎Επέστη δὲ πῶς; Οὐ δορυφόρους ἔχων, οὐ στρατιὰς ἀγγέλων συνεπαγόμενος, οὐ κομπάζων τὴν πρόοδον, ἀλλ’ ἡσυχῇ καὶ ἠρέμα· τοῦτο ποιῶν, ἵνα λάθῃ τὸν ἄρχοντα τοῦ σκότους, ἵνα τέχνῃ σοφίας παγιδεύσας τὸν ὄφιν, καὶ τὸν δράκοντα φενακίσας τὸν νοῦν, τὸν Ἀσσύριον τὸν πᾶσαν ὑφ’ ἑαυτὸν δουλωσάμενον τὴν ἀνθρωπίνην εὐγένειαν, ἁρπάσῃ τὸ λάφυρον.
Οὐκ ἀνασχομένης αὐτοῦ τῆς ἀπειρομεγέθους περὶ ἡμῶν εὐσπλαγχνίας τοσοῦτον ἔργον ζημιωθῆναι τὸν ἄνθρωπον, δι’ ὅν οὐρανοὺς ἐκαμάρωσε* γῆν, ἐστερέωσεν, ἀέρα ἐξέχεε, θάλασσαν ἥπλωσε, καὶ τὴν φαινομένην ἅπασαν ἐτεκτήνατο κτίσιν.
Πρόσφατα σχόλια