Ψηφιδωτὸ μὲ τὸν Ἅγιο Νεκτάριο. Ἱερὸς Ναὸς Αγίου Νεκταρίου Ἱ. Μ. Ἁγίας Τριάδος Αἰγίνης

Τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως

ᾨδὴ α΄
Ἄχραντε Θεοτόκε, Παρθένε παναγία
Ἁγνὴ εὐλογημένη, Θεόνυμφε Μαρία
Ἀνύμφευτε Παρθένε Θεῷ κεχαρισμένη,
Κόρη δεδοξασμένη καὶ κεχαριτωμένη,
Προσπίπτω Σοι κραυγάζων, Δέσποινα, φύλαξόν με,

Τῶν ὀδυνῶν μου ῥῦσαι, πυρὸς ἐξάρπασόν με,
Ἡ τὸν Θεὸν ἀφράστως, Παρθένε, συλλαβοῦσα
Καὶ ὡς υἱὸν ἐν χρόνῳ τὸν ἄχρονον τεκοῦσα,
Αὐτὸν, ἐκδυσωπῶ Σε, δυσώπει Σαῖς πρεσβείαις
Καὶ λύτρωσαί με, Κόρη, ἐκ πάσης δυσμενείας.

Ἀντιλαβοῦ μου, Κόρη, ἀντιβολῶ Σε, ῥῦσαι
Ἐν δεξιοῖς τῆς δόξης τοῦ δικαστοῦ μου στῆσον.

ᾨδὴ β΄
Σέ τὴν ἀνατραφεῖσαν ἐν τῷ Ναῷ Κυρίου
Καὶ ἐπισκιασθεῖσαν ἐκ Πνεύματος Ἁγίου,
Τὴν ἀφιερωθεῖσαν Θεῷ, τὴν Παναγίαν,
Τὴν περιβεβλημένην τὴν πίστιν, τὴν σοφίαν,
Τὴν ἄμετρον δὲ σχοῦσαν ὡς κόσμον παρθενίαν
Τὴν ἄμωμον τε χάριν, τὴν ἄσπιλον ἁγνείαν,
Τὴν παρὰ τοῦ ἀγγέλου τὸ χαῖρε δεξαμένην,
Τὴν κεχαριτωμένην, ὑπερευλογημένην,
Τὴν μεμακαρισμένην, ὑπερδεδοξασμένην,
Τὴν τοῦ Θεοῦ Μητέρα ἀφράστως γενομένην
Σὲ καὶ ἡμεῖς προφρόνως αἰνοῦμεν, εὐλογοῦμεν,
Καὶ ἐκ ψυχῆς ἀπαύστως θερμῶς δοξολογοῦμεν.

Δέχου τὸν ὕμνον, Κόρη, φιλούντων ἐκ καρδίας
Καὶ ἐκ ψυχῆς ὑμνούντων καὶ ὅλης διανοίας.

Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τῆς  Μέλιας»

ΠΕΙΡΑΙΚΗ ΕΚΚΛΗΣΙΑ
Μηνιαία ἔκδοση Ἱερᾶς Μητροπόλεως Πειραιῶς
Ἔτος 19ο – Ἀριθμὸς Φύλλου 209 – Νοέμβριος 2009

τὸ «σπιτὰκι τῆς Μέλιας»