τὸ ἔστειλε στὸ «σπιτὰκι» ὁ κ.Ἰωάννης Παναγιωτόπουλος

Ἀδελφός τις ἡττηθείς ὑπό τῆς πορνείας, καθ’ ἡμέραν ηὑρίσκετο τήν ἁμαρτίαν ἐπιτελῶν· καθ’ ἑκάστην δέ δάκρυσι καί προσευχαῖς ἐξιλεοῦτο τόν Δεσπότην τόν ἴδιον· οὕτω δέ ποιῶν [καί] δελεαζόμενος(2) τῇ κακίστη συνηθείᾳ, τήν ἁμαρτίαν ἐπετέλει· ἔπειτα πάλιν μετά τό τελέσαι τήν ἁμαρτίαν, ἐν τῇ Ἐκκλησίᾳ ἀπήρχετο· καί βλέπων τόν τίμιον καί σεβάσμιον χαρακτῆρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔρριπτεν ἑαυτόν ἔμπροσθεν αὐτοῦ μετά πικρῶν δακρύων λέγων· ἐλέησόν με, Κύριε, καί ἆρον ἀπ’ ἐμοῦ τόν δόλιον πειρασμόν τοῦτον, ὅτι ὑπωπιάζει(3) με δεινῶς, καί τιτρώσκει(4) με τῇ πικρία τῶν ἡδονῶν· οὐ γάρ ἔχω πρόσωπον, Δέσποτα, ἀτενίσαι καί ἰδεῖν τόν χαρακτῆρα τόν ἅγιόν σου, καί τήν ὑπερήλιον τοῦ προσώπου σου θέαν, ὅπως ἡ καρδία μου ἰδυνθεῖσα(5) εὐφρανθήσεται.

Ταῦτα λέγων καί ἐξερχόμενος τῆς ἐκκλησίας, εἰς τόν βόρβορον ἔπιπτεν· ἀλλ’ ὅμως οὔτε πάλιν ἀπεγίνωσκε(6) τῆς ἑαυτοῦ σωτηρίας, ἀλλ’ ἐκ τῆς ἁμαρτίας ἀνθυποστρέφων(7) ἐν τῇ ἐκκλησίᾳ, τά παρόμοια ἐπεφώνει πρός τόν φιλάνθρωπον λέγων Κύριον καί Θεόν· σέ, Κύριε, ἐγγυητήν τίθημι ἀπό τοῦ νῦν, ὅτι οὐκέτι ποιῶ τήν ἁμαρτίαν ταύτην· μόνον ἀγαθέ συγχώρησόν μοι ἅπερ ἀπ’ ἀρχῆς καί μέχρι τῆς δεῦρο(8) σοι ἥμαρτον· ἡνίκα(9) δέ τάς φοβεράς ταύτας εἶχε ποιῆσαι συνθήκας, πάλιν εἰς τήν πονηράν αὐτοῦ ἁμαρτίαν εὑρίσκετο· καί ἦνἰδεῖν τις τήν γλυκυτάτην τοῦ Θεοῦ φιλανθρωπίαν καί ἄπειρον ἀγαθότητα ἀνεχομένην καθ’ ἑκάστην, καί ὑπομένουσαν τήν ἀδιόρθωτον καί πονηράν παράβασιν καί ἀγνωμοσύνην τοῦ ἀδελφοῦ καί ἀπό πλήθους ἐλέους ζητοῦσαν αὐτοῦ τήν μετάνοιαν καί τήν ἀμεταστρεπτί ἐπιστροφήν· οὐ γάρ χρόνον(10) τοῦτο ἐποίησεν, ἤ δύο ἤ τρεῖς, ἀλλ’ ἐπί δέκα ἔτεσι, καί ἐπέκεινα. Ὁρᾶτε, ἀδελφοί, τήν ἄμετρον ἀνοχήν καί τήν ἄπειρον φιλανθρωπίαν τοῦ Δεσπότου; Πῶςἑκάστοτε μακροθυμεῖ, χρηστεύεται, ὑπομένων τά χαλεπά(11) ἡμῶν ἀνομήματα καί ἁμαρτήματα; Ἐκεῖνο γάρ ἐστι φρίξαι τε καί θαυμάσαι εἰς τούς πλουσίους οἰκτιρμούς τοῦ Θεοῦ· ὅτι συντασσόμενος καί συντιθέμενος(12) τοῦ μή ποιήσαι ἄλλοτε τήν ἁμαρτίαν, εὑρίσκετο ψεύστης.

Ἐν μιᾷ οὖν(13) τῶν ἡμερῶν, ὡς ταῦτα ἐπράττετο, τήν ἁμαρτίαν ἐργασαμένου τοῦ ἀδελφοῦ, ἔρχεται δρομαίως ἐν τῇ ἐκκλησίᾳ, θρηνῶν καί στένων καί ὀλοφυρόμενος, καί βιάζων τά σπλάγχνα τοῦ ἀγαθοῦ Δεσπότου συμπαθῆσαι αὐτῷ ἐκφυγεῖν τοῦ βορβόρου τῆς ἀσωτίας. Καί δή(14) ὡς παρεκάλει τόν φιλάνθρωπον Θεόν, ἰδών ὁ ἀρχέκακος καί φθορεύς τῶν ψυχῶν ἡμῶν διάβολος, ὅτι οὐδέν ὠφελεῖ, ἀλλ’ ἅπερ αὐτός διά τῆς ἁμαρτίας συνέρραπτεν, ὁ ἀδελφός διά τῆς μετανοίας παρέλυεν, ἀναισχυντήσας, φαίνεται αὐτῷ ὀφθαλμοφανῶς, τό πρόσωπον αὐτοῦ ἀτενίζων καί κράζων πρός τόν σεβάσμιον χαρακτῆρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καί οὕτω φήσας·(15) τί ἐμοί καί σοί Ἰησοῦ Χριστέ; Ἡ συμπάθειά σου ἡ ἄπειρος νικᾷ καί ἐδαφίζει με,(16) διά τό δέχεσθαί σε τοῦτον τόν πόρνον, τόν ἄσωτον, ὅστις ψεύδεταί σε καθ’ ἡμέραν, καταφρονῶν τοῦ κράτους σου·(17) διατί οὖν οὐ καίεις αὐτόν, ἀλλά μακροθυμεῖς καί ἀνέχῃ; Σύ γάρ μέλλεις κρίνειν τούς μοιχούς, τούς πόρνους καί πάντας τούς ἁμαρτωλούς ἐξολοθρεῦσαι· ὄντως οὐκ εἶ(18) δίκαιος κριτής, ἀλλ’ ὅπου δόξει(19) τό κράτος σου, παρακρίνει(20) καί παραβλέπει· κἀμέ διά μικράν παράβασιν τῆς ἐπάρσεως,(21) ἄνωθεν ἐκ τῶν οὐρανῶν κάτω ἀπέρριψας· καί οὗτος ψεύστης ὤν, καί πόρνος καί ἄσωτος, ἐπειδή κείμενος πρό προσώπου σου, γαληνῶς(22) αὐτῷ καί τήν εὐμένειάν σου χαρίζῃ·(23) τί οὖν(24) καλοῦσί σε κριτήν δικαιότατον; Ὡς ὁρῶ γάρ,(25) ὅτι καί σύ πρόσωπα δέχῃ(26) ἀπό πολλῆς ἀγαθότητος, καί τό δίκαιον παραβλέπεις· ἔλεγε δέ ταῦτα ὁ διάβολος ἀπό πολλῆς πικρίας δριμυσσόμενος(27) καί φλόγα ἐσβολωμένην ἐκφέρων ἐκ τῶν μυκτήρων(28) αὐτοῦ.

Ταῦτα εἰπών ὁ διάβολος, ἐσίγησε· καί εὐθύς γίνεται φωνή τις ὡς ἐκ τοῦ θυσιαστηρίου λέγουσα· ὦ δράκον παμπόνηρε καί ὀλέθριε· οὐκ ἐκορέσθης τῇ πονηρᾷ σου γνώμη, ὅτι τόν κόσμον κατέπιες; Ἀλλά καί τόν προσελθόντα τῷ ἀφάτῳ ἐλέει τῆς εὐσπλαγχνίας μου, σπεύδεις ἁρπάσαι αὐτόν καί καταπιεῖν; Ἔχεις πταίσματα τοσαῦτα, ἵνα ἀντισταθμίσης  ὀξέως(29) πρός τό τίμιον Αἷμα, ὅπερ ἐπί Σταυροῦ ἐξέχεα ὑπέρ αὐτοῦ; Ἰδού ἡ σφαγή μου καί ὁ θάνατος συνεπάθησαν αὐτοῦ τάς ἀνομίας· καί σύ μέν, ὅτε εἰς τήν ἁμαρτίαν ἔρχεται, οὐκ ἀποδιώκεις αὐτόν, ἀλλά δέχῃ μετά χαρᾶς καί οὐκ ἀποστρέφῃ, οὔτε ἐμποδίζεις, ἐλπίζων αὐτόν κερδῆσαι· καί ἐγώ ὁ τοιοῦτος ἐλεήμων καί φιλάνθρωπος, ὁ κελεύσας τῷ κορυφαίῳ μου Ἀποστόλῳ Πέτρῳ συγχωρεῖν ἕως ἑβδομηκοντάκις ἑπτά τῷ ἁμαρτάνοντι καθ’ ἡμέραν, ἆρα οὐκ ἐλεήσω αὐτόν; Ναί, καί γάρ ἐπειδή προστρέχει μοι, οὐκ ἀποστραφήσομαι αὐτόν, ἕως ἄν κληρονομήσω αὐτόν· διά γάρ τούς ἁμαρτωλούς ἐγώ ἐσταυρώθην καί τάς ἀχράντους μου παλάμας δι’ αὐτούς ἐξεπέτασα,(30) ἵνα ὁ βουλόμενος σωθῆναι καταφεύγῃ καί σῴζηται· οὐδένα γάρ ἀποστρέφομαι, οὔτε ἐκδιώκω, κἄν μυριάκις τῆς ἡμέρας πταίσῃ, καί μυριάκις ἔλθῃ πρός με, οὐ μή ἐξέλθῃ λυπούμενος· καί γάρ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλά ἁμαρτωλούς εἰς μετάνοιαν.

Ὡς δέ ἐγένετο αὕτη ἡ φωνή, ἵστατο ὁ διάβολος τρέμων, καί ἀποδράσαι μή δυνάμενος· καί πάλιν γίνεται φωνή λέγουσα· ἄκουσον ἀπατεών περί ὧν λέγεις(31), ὅτι ἄδικος εἰμι· ἐγώ γάρ εἰς πάντας δίκαιος εἰμί· ἐν ᾧ(32) γάρ εὕρω τινά, ἐν τούτῳ κρίνω· ἰδού οὖν τοῦτον εὗρον τέως(33) ἐν μετανοίᾳ καί ἐπιστροφῇ πρό ποδῶν μου κείμενον καί νικητήν σου φαινόμενον· λήψομαι οὖν αὐτόν καί σώσω τήν ψυχήν αὐτοῦ, ὡς μή ἀπογνώσαντα(34) τήν σωτηρίαν αὐτοῦ· σύ δέ θέασαι τήν τιμήν αὐτοῦ, καί διαπρίσθητι(35) ἀπό τοῦ φθόνου σου, καί καταισχύνθητι.

Κείμενος οὖν ὁ ἀδελφός ἐπί πρόσωπον, καί ὀδυρόμενος, παρέδωκε τό πνεῦμα· καί εὐθέως ὀργή μεγάλη ὡς πῦρ παραγενομένη, ἐπέπεσε τῷ σατανᾷ, καί κατήσθιεν αὐτόν· ἐντεῦθεν οὖν μάθωμεν, ἀδελφοί, τήν ἄμετρον τοῦ Θεοῦ εὐσπλαγχνίαν καί φιλανθρωπίαν καί οἶον καλόν ἔχομεν Δεσπότην· καί μηδέποτε ἀπογνώσωμεν ἤ ἀμελήσωμεν τῆς ἰδίας σωτηρίας.

(1) ἀπελπίζεσαι
(2) ἀπατώμενος
(3) βασανίζει
(4) τραυματίζει
(5) γλυκανθείσα
(6)ἀπηλπίζετο
(7)ἐπανερχόμενος
(8) στιγμής ταῦτης
(9)ὅταν
(10) διότι ὄχι ἕνα χρόνον
(11) φοβερά
(12) συμφωνῶν
(13) λοιπόν
(14) καί λοιπόν
(15) λέγων
(16) μέ ρίπτει εἰςτό έδαφος
(17) τήν δύναμίν σου
(18) δέν εἷσαι
(19) νομίσει
(20) κρίνει ἐσφαλμένως
(21)ὑπερηφανείας
(22) μέ ἠρεμίαν
(23)τοῦ χαρίζεις
(24) διατί λοιπόν
(25) διότι ὡςβλέπω
(26) δέχεσαι
(27)ὀξέως διαπερώμενος
(28)ἀπό τούς ρῶθωνας
(29)ἀντιπαραβάλης ἐπακριβῶς
(30)ἥπλωσα(ἐπί τοῦ σταυροῦ)
(31)δι’ αὐτάπού λέγεις
(32) διότι εἰςτήν κατάστασιν πού θά
(33)πρό ὀλίγου
(34)ἀπελπισθέντα
(35) τρίξε τούς ὀδόντας

Πηγή: Τό βιβλίον «ΕΥΕΡΓΕΤΙΝΟΣ». ΕΚΔΟΤΙΚΟΣ ΟΙΚΟΣ Ι. ΚΑΙ ΣΕΒΑΣΜΙΑΣ ΔΕΣΠΟΤΙΚΗΣ ΜΟΝΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ, ΚΡΟΝΙΖΗΣ ΚΟΥΒΑΡΑ ΑΤΤΙΚΗΣ, ΑΘΗΝΑΙ 1957 (Τόμος Α’ Σελ. 25 – 27).

Εἰκόνα ἀπὸ:pinterest.ru

γιὰ τὸ «σπιτὰκι τῆς  Μέλιας»