Κείμενο*

«Κατά μίαν Σαββάτων, φησίν, ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ,τι ἄν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται» (Α΄ Κορ.16,2).

Μίαν Σαββάτων, τήν Κυριακήν ἐκάλεσε. Καί τίνος ἕνεκεν ταύτην ἐπέταξε τῇ εἰσφορᾷ τήν ἡμέραν; διά τί μή εἶπε, τῇ δευτέρᾳ τῶν Σαββάτων, τῇ τρίτῃ τῶν Σαββάτων, ἤ αὐτοῖς τοῖς Σάββασιν;

Οὐχ ἁπλῶς, οὐδέ εἰκῇ ἀλλά βουλόμενός τινα καί ἀπό τοῦ καιροῦ λαβεῖν συμμαχίαν εἰς τό προθυμοτέρους ποιῆσαι τούς εἰσφέροντας. Οὐ μικρόν δέ ἐπιτηδειότης καιροῦ ἐν ἅπασι πράγμασιν. Καί τί, φησίν, ὁ καιρός ἐπιτήδειον ἔχει πρός τό πεῖσαι διδόναι ἐλεημοσύνην;

Κατά τήν ἡμέραν ταύτην τό πάσης ἐργασίας ἀφίστασθαι, τό φαιδροτέραν γίνεσθαι τήν ψυχήν ἐκ τῆς ἀνέσεως, τό δέ πάντων μεῖζον, τό μυρίων ἡμᾶς κατ’ αὐτήν ἀπολελαυκέναι καλῶν.

Ἐν ταύτῃ γάρ τῇ ἡμέρᾳ κατελύθη ὁ θάνατος, ἐσβέσθη ἡ κατάρα, ἁμαρτία ἠφανίσθη, ᾅδου πύλαι συνεκλάσθησαν, καί δέσμιος ὁ διάβολος γέγονε, καί ὁ χρόνιος ἀνῃρέθη πόλεμος, καί καταλλαγαί Θεοῦ πρός ἀνθρώπους ἐγένοντο· καί  πρός τήν προτέραν, μᾶλλον δέ πρός πολλῷ μείζονα ἐπανῆλθεν εὐγένειαν ἡμῶν τό γένος, καί τό θαυμαστόν ἐκεῖνο καί παράδοξον ἐπεῖδε θέαμα ἥλιος, ἄνθρωπον ἀθάνατον γεγενημένον.

Τούτων δέ πάντων ἡμᾶς ἀναμνῆσαι βουλόμενος, καί τῶν τοιούτων, τήν ἡμέραν εἰς μέσον ἤγαγε, μονονουχί συνήγορον αὐτήν λαμβάνων, καί πρός ἕκαστον λέγων· ἐννόησον πόσων καί ἡλίκων ἀπέλαυσας ἀγαθῶν κατά τήν ἡμέραν ταύτην, ἄνθρωπε· πόσων ἀπηλλάγης κακῶν· τίς ὤν τό πρότερον, τίς ἐγένου μετά ταῦτα.

Εἰ δέ τάς γενεθλίους ἡμῶν ἡμέρας, πολλοί δέ τῶν οἰκετῶν κἀκείνας, ἐν αἷς ἠλευθερώθησαν, μετά πολλῆς ἄγουσι τῆς τιμῆς, καί οἱ μέν συμπόσια ποιοῦνται, οἱ δέ ἐλεύθεροι καί δῶρα δωροῦνται, πολλά τόν καιρόν τιμῶντες· πολλῷ μᾶλλον ἡμᾶς χρή τιμᾶντήν ἡμέραν ταύτην, ἥν οὐκ ἄν τις ἁμάρτοι τῆς ἀνθρωπίνης φύσεως ἁπάσης γενέθλιον προσειπών. Ἀπολωλότες γάρ ἦμεν, καί εὐρέθημεν· νεκροί, καί ἀνεζήσαμεν· ἐχθροί, καί κατηλλάγημεν.

Διά τοῦτο καί προσήκει αὐτήν τιμᾶν τιμήν  πνευματικήν, οὐχί συμπόσια ποιοῦντας, οὐδέ οἶνον ἐκχέοντας, οὐδέ μεθύοντας καί χορεύοντας, ἀλλά τούς πτωχοτέρους τῶν ἀδελφῶν ἐν πολλῇ καθιστάντας ἀφθονίᾳ.

Μετάφραση

«Τήν πρώτη ἡμέρα τῆς ἑβδομάδος, τήν Κυριακή, ὁ καθένας ἀπό ἐσᾶς ἄς θέτη κατά μέρος στό σπίτι του κάποιο ποσό καί ἄς μαζεύη ἔτσι ἀπό τώρα ὅ,τι εὐκολύνεται, ὥστε νά μή γίνωνται τέτοιες συνεισφορές ὅταν ἐγώ θά ἔλθω».

Πρώτη ἡμέρα τῆς ἑβδομάδος ὠνόμασε τήν Κυριακή. Καί γιά ποιό λόγο ὥρισε αὐτή τήν ἡμέρα γιά τήν εἰσφορά; Γιατί δέν εἶπε τή δεύτερη ἡμέρα τῆς ἑβδομάδος ἤ τήν τρίτη ἡμέρα ἤ αὐτό τό Σάββατο;

Δέν τό ἔκαμεν αὐτό ἁπλά καί στήν τύχη ἀλλά ἐπειδή ἤθελε νά βοηθήσει καί ἀπό αὐτόν τόν χρόνον, ὥστε νά κάνει τούς εἰσφέροντες προθυμότερους. Δέν εἶναι δέ μικρό πρᾶγμα ἡ καταλληλότητα τῆς στιγμῆς γιά κάθε πρᾶγμα.

Καί ποία καταλληλότητα, θά εἰπεῖς, ἔχει ὁ χρόνος στό νά πείσει νά δώσουν ἐλεημοσύνη; Τό ὅτι ἀπέχομε κατά τήν ἡμέρα αὐτή ἀπό κάθε ἐργασία, τό ὅτι ἡ ψυχή γίνεται λαμπρότερη ἐξ αἰτίας τῆς ἀνάπαυσης, καί τό κυριώτερο ὅλων, τό ὅτι κατά τήν ἡμέρα αὐτή ἀπολαμβάνομε ἀναρίθμητα καλά, ὅλα αὐτά συντελοῦν στήν ἐλεημοσύνη.

Διότι κατ’ αὐτήν τήν ἡμέρα κατελύθη ὁ θάνατος, ἐσβέσθη ἡ κατάρα, ἐξηφανίσθη ἡ ἁμαρτία, ἔσπασαν οἱ πύλες τοῦ ᾍδου, καί ἔγινε αἰχμάλωτος ὁ διάβολος καί κατελύθη ὁ διαρκής πόλεμος καί ἔγινε ἡ συμφιλίωση τοῦ Θεοῦ μέ τούς ἀνθρώπους· καί τό ἀνθρώπινο γένος ἐπανῆλθε στήν προηγούμενη, ἤ μᾶλλον σέ πολύ μεγαλύτερη εὐγένεια ἀπό τήν προηγούμενη, καί εἶδεν ὁ ἥλιος τό θαυμαστό ἐκεῖνο καί παράδοξο θέαμα, νά γίνεται δηλαδή ὁ ἄνθρωπος ἀθάνατος.

Θέλοντας νά μᾶς ὑπενθυμήσει ὅλα αὐτά, καί τά παρόμοια μέ αὐτά, ἀνέφερε τήν ἡμέρα καί τήν ἐλάμβανε σχεδόν ὡς συνήγορο καί ἔλεγε πρός τόν καθένα· σκέψου πόσο πολλά καί πόσο μεγάλα ἀγαθά ἔχεις ἀπολαύσει, ἄνθρωπε, κατά τήν ἡμέρα αὐτή· ἀπό πόσα κακά ἔχεις ἀπαλλαγῆ· ποιός ἤσουν προηγουμένως καί ποιός ἔγινες μετά.

Ἐάν δέ τά γενέθλιά μας ἑορτάζωμε μέ μεγάλη τιμή, πολλοί δέ ἀπό τούς δούλους καί ἐκεῖνες τίς ἡμέρες κατά τίς ὁποῖες ἐλευθερώθησαν, καί ἄλλοι μέν ὀργανώνουν συμπόσια, οἱ δέ ἐλεύθεροι μοιράζουν καί δῶρα, ἀποδίδοντες μεγάλη τιμή στό γεγονός, πολύ περισσότερον ἐμεῖς πρέπει νά τιμᾶμεν τήν ἡμέρα αὐτή, τήν ὁποία δέν θά σφάλλει κανείς ἄν τήν ὀνομάσει γενέθλιον ἡμέρα ὅλης τῆς ἀνθρωπίνης φύσεως.

Διότι εἴμεθα χαμένοι καί εὑρέθημεν· νεκροί καί ξαναζήσαμε· ἐχθροί καί συμφιλιωθήκαμε. Γι’ αὐτό ἁρμόζει νά ἀποδίδωμε σ’ αὐτήν πνευματική τιμή χωρίς νά ὀργανώνωμε συμπόσια, οὔτε νά σπαταλᾶμε οἶνον, οὔτε νά μεθοῦμε καί νά χορεύουμε, ἀλλά νά ἐνισχύουμε ἄφθονα τούς πτωχότερους ἀδελφούς μας.

* Ἰωάννου Χρυσοστόμου, Περί ἐλεημοσύνης, ΕΠΕ 40, Θεσσαλονίκη 1979, σσ. 416-419

Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τῆς  Μέλιας»

«Ο ΑΓΙΟΣ ΝΙΚΗΤΑΣ ὁ ἐν Σέρραις ἀθλήσας».
Διμηνιαῖο Περιοδικό Ἱερᾶς Μητροπόλεως Σερρῶν καί Νιγρίτης,
τεῦχος 257, Νοέμβριος – Δεκέμβριος 2014 

τὸ «σπιτὰκι τῆς  Μέλιας»

violet flower smiley