Σε παλαιό Μέγα Ευχολόγιο, του 18ου αιώνος, βρήκαμε την παρούσα Ιερά Ακολουθία, και την δημοσιεύουμε προς δόξαν Θεού και χρήσιν των ενδιαφερομένων. Ευχόμαστε δε να φανεί χρήσιμη σε όσους την χρειάζονται αλλά και στους λειτουργιολόγους.

Το Κείμενο του παλαιού βιβλίου δημοσιεύεται χωρίς καμία απολύτως αλλαγή.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΥΙΟΘΕΣΙΑΝ

Ἵσταται ὁ μέλλων ἀναγεννῆσθαι Υἱός ἤ Θυγάτηρ, ἔσωθεν τῶν Πυλῶν τοῦ Θυσιαστηρίου, & ὁ ἀνάδοχος ἔξωθεν, ἀμφότεροι κηρούς κατέχοντες ἁπτομένους.

Ὁ δέ Ἱερεύς φορῶν τήν ἱερατικήν στολήν αὐτοῦ ἅπασαν, ποιεῖ Εὐλογητόν.

Τό Τρισάγιον. Τό Παναγία Τριάς. Τό Πάτερ ἡμῶν, Ὅτι σοῦ.
Τό Ἀπολυτίκιον τῆς ἡμέρας. Τό Κοντάκιον τοῦ Ἀγίου τῆς Μονῆς.

Εἴθ’ οὕτως ὁ Ἱερεύς τήν Εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ὁ Θεός ἡμῶν, ὁ διά τοῦ ἠγαπημένου σου παιδός, Κυρίου δε ἡμῶν Ἰησοῦ Χριστοῦ, τέκνα καλέσας ἡμᾶς Θεοῦ, Υἱοθεσίᾳ καί χάριτι τοῦ Παντοδυνάμου, καί Ἁγίου σου Πνεύματος, ὁ εἰπών: Ἐγώ ἔσομαι αὐτῷ εἰς πατέρα καί αὐτός ἔσται μοι εἰς Υἱόν, αὐτός, φιλάνθρωπε Βασιλεῦ, ἐπίβλεψον ἐκ τοῦ Ἁγίου σου Κατοικητηρίου ἐπί τους δούλους σου τούτους, καί οὗς ἡ φύσις κατά σάρκα διεστηκότας ἀλλήλων ἐγέννησε, τούτους αὐτός εἰς Πατέρα καί Υἱόν ἕνωσον τῷ Ἀγίῳ σου Πνεύματι.

Στήριξον αὐτούς τῇ ἀγάπῃ σου, σύνδεσον αὐτούς τῇ εὐλογίᾳ σου, εὐλόγησον αὐτούς ἐν τῇ δόξῃ σου, ἑδραίωσον αὐτούς ἐν τῇ πίστει σου, φυλάττων διά παντός, καί μη ἀθετῶν τά ἐκπορευόμενα διά τῶν χειλέων αὐτῶν, καί γενοῦ μεσίτης τῆς αὐτῶν ὑποσχέσεως. Ἵνα ἀδιάρρηκτον μέχρι τέλους τῆς ζωῆς αὐτῶν τήν σχέσιν ἥν ὡμολόγησαν, καί ἄψευστον διαφυλάττωσιν ἐν σοί ζῶντες τῷ μόνῳ ζῶντι, καί ἀληθινῷ Θεῷ ἡμῶν, ἀξίωσον αὐτούς κληρονόμους τῆς Βασιλείας σου.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή καί προσκύνησις. Τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.
Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Δέσποτα, Δέσποτα, ὁ τῆς Κτίσεως πάσης δημιουργός, ὁ ἐν τῷ τρώτῳ Ἀδάμ κατά σάρκα φυσικήν δεσμήσας συγγένειαν, ἐν δε Χριστῷ Ἰησοῦ, τῷ ἠγαπημένῳ Υἱῷ σου καί Θεῷ ἡμῶν, χάριτι καί ἡμᾶς συγγενεῖς σου ἀναδείξας΄ σοί, τῷ μόνῳ εἰδότι τά πάντα καί πρίν γενέσεως, οἱ δοῦλοι σου οὗτοι τάς κεφαλάς ὑποκλίνουσι, τῆς παρά σοῦ εὐλογίας δεόμενο, καί τῷ ἐν σοί συνδέσμῳ εἰς Πατέρα καί Υἱόν ἀλλήλους ἐπιγράφοντες, τύχοιεν ὧν ἐλπίζουσιν καί τῆς ἑαυτοῖς ὀφειλομένης καταστάσεως, καί τῆς ἐν σοί Υἱοθεσίας, ἐπαξίως πολιτευόμενοι΄ ἵνα ἐν πᾶσι, καί ἐν τούτῳ δοξάζηταί σου τό ὄνομα, τοῦ Πατρός καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καί λαμβάνει ὁ Πατήρ τόν Υἱόν ἐκ τοῦ Θυσιαστηρίου. Ὁ δε Υἱός πίπτει εἰς τους πόδας τοῦ Πατρός, καί πατεῖ αὐτόν ὁ Πατήρ εἰς τόν τράχηλον, λέγων: Σήμερον Υἱός μου εἶ σύ, ἐγώ σήμερον γεγέννηκά σε. Καί ἀνιστᾷ αὐτόν΄ εἶτα ἀσπάζονται ἀλλήλους.

Ὁ δε Ἱερεύς ποιεῖ ἀπόλυσιν, καί εὐλογεῖ αὐτούς καί διδάσκει αὐτούς.

Πηγή: Askitikon -Ορθόδοξη Διδικτυακή Παρουσία

Εικόνα από: barbareev

το «σπιτάκι της Μέλιας»

violet flower smiley

Advertisements