Ἅγιος Ἰωάννης Δαμασκηνός

Κείμενο*

Ἡμεῖς γάρ τό «Ἅγιος ὁ Θεός», ἐπί τοῦ Πατρός ἐκλαμβάνομεν, οὐκ αὐτῷ μόνῳ τό τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλά καί τόν Υἱόν εἰδότες καί τό Πνεῦμα τό Ἅγιον· καί τό «Ἅγιος ἰσχυρός», ἐπί τοῦ Υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τόν Πατέρα καί τό Πνεῦμα τό Ἅγιον· καί τό «Ἅγιος ἀθάνατος» ἐπί τοῦ Ἁγίου Πνεύματος τάττομεν, οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τόν Πατέρα καί τόν Υἱόν, ἀλλ’ ἐφ’ ἑκάστης τῶν ὑποστάσεων πάσας τάς θεωνυμίας ἁπλῶς καί ἀπολύτως ἐκλαμβάνοντες καί τόν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δέ εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τά πάντα καί ἡμεῖς ἐξ αὐτοῦ, καί εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τά πάντα καί ἡμεῖς ἐξ αὐτοῦ καί ἕν Πνεῦμα Ἅγιον, ἐν ᾧ τά πάντα καί ἡμεῖς ἐν αὐτῷ».

Οὐ μήν ἀλλά καί τόν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· «Ἡμεῖς δέ εἷς Θεός ὁ Πατήρ, ἐξ οὗ τά πάντα, καί εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τά πάντα, καί ἕν Πνεῦμα Ἅγιον, ἐν ᾧ τά πάντα, τοῦ ἐξ οὗ καί δι’ οὗ καί ἐν ᾧ μή φύσεις τεμνόντων – οὐδέ γάρ ἄν μετέπιπτον αἱ προθέσεις ἤ αἱ τάξεις τῶν ὀνομάτων –, οὐδέ χαρακτηριζόντων μιᾶς καί ἀσυγχύτου φύσεως ἰδιότητας· καί τοῦτο δῆλον· ἐξ ὧν εἰς ἕν συνάγονται πάλιν, εἴ τῳ μή παρέργως ἐκεῖνο ἀναγινώσκεται  παρά τῷ αὐτῷ ἀποστόλῳ, τό ἐξ αὐτοῦ καί δι’ αὐτοῦ καί ἐν αὐτῷ τά πάντα· αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

Ὅτι γάρ οὐκ εἰς τόν Υἱόν μόνον λέλεκται τό τρισάγιον, ἀλλ’ εἰς τήν Ἁγίαν Τριάδα, μάρτυς ὁ θεῖος καί ἱερός Ἀθανάσιος, Βασίλειός τε καί Γρηγόριος καί πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός· ὅτιπερ διά τῆς τρισσῆς ἁγιότητος τάς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τά ἅγια Σεραφίμ ἡμῖν ὑπερφαίνουσι, διά δέ τῆς μιᾶς κυριότητος τήν μίαν τῆς θεαρχικῆς Τριάδος οὐσίαν τε καί βασιλείαν γνωρίζουσι.

Μετάφραση

Διότι ἡμεῖς τό «Ἅγιος ὁ Θεός» τό ἐννοοῦμε γιά τόν Πατέρα, χωρίς νά περιορίζουμε μόνον σ’ αὐτόν τό ὄνομα τῆς θεότητος, ἀλλά γνωρίζοντας ὅτι καί ὁ Υἱός εἶναι Θεός καί τό Ἅγιο Πνεῦμα· καί τό «Ἅγιος ἰσχυρός» τό θέτουμε γιά τόν Υἱό, χωρίς νά ἀπογυμνώνουμε ἀπό τή δύναμη τόν Πατέρα καί τό Ἅγιο Πνεῦμα· καί τό «Ἅγιος ἀθάνατος» τό χρησιμοποιοῦμε γιά τό Ἅγιο Πνεῦμα, χωρίς νά θέτουμε τόν Πατέρα καί τόν Υἱό ἔξω ἀπό τήν ἀθανασία, ἀλλά ἐννοῶντας γιά καθεμία ἀπό τίς ὑποστάσεις ὅλα τά ὀνόματα τοῦ Θεοῦ μέ ἁπλό τρόπο καί χωρίς περιορισμό, καί μιμούμενοι πιστά τόν θεῖο ἀπόστολο πού λέγει· «Ἡμεῖς δέ εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τά πάντα καί ἡμεῖς ἐξ αὐτοῦ, καί εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τά πάντα καί ἡμεῖς ἐν  αὐτῷ».

Ἀλλά βέβαια καί τό Θεολόγο Γρηγόριο πού ὁμιλεῖ σχεδόν ἔτσι· «Γιά μᾶς ὑπάρχει ἕνας Θεός ὁ Πατήρ, ἀπό τόν ὁποῖο προέρχονται ὅλα, καί ἕνας Κύριος Ἰησοῦς Χριστός, διά τοῦ ὁποίου ἔγιναν τά πάντα, καί ἕνα Ἅγιο Πνεῦμα, μέσα στό ὁποῖο ὑπάρχουν τά πάντα, χωρίς οἱ ἰδιότητες «ἐξ οὗ» καί «δι’ οὗ» καί «ἐν ᾧ» νά χωρίζουν τίς φύσεις – διότι δέν θά μετεβάλλονταν οἱ προθέσεις ἤ ἡ σειρά τῶν ὀνομάτων –, ἀλλά μέ τό νά χαρακτηρίζουν τίς ἰδιότητες μιᾶς καί ἀσυγχύτου φύσεως· καί αὐτό εἶναι φανερό ἀπό τό ὅτι ἑνώνονται πάλι σέ μία φύση, ἄν κανείς διαβάζει μέ προσοχή ἐκεῖνο στόν ἴδιο ἀπόστολο, δηλαδή τό «ἐξ αὐτοῦ καί δι’ αὐτοῦ καί ἐν αὐτῷ τά πάντα· αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

Ὅτι λοιπόν, δέν ἀποδίδεται μόνο στόν Υἱό ὁ τρισάγιος ὕμνος, ἀλλά στήν Ἁγία Τριάδα, μάρτυς εἶναι ὁ θεῖος καί ἱερός Ἀθανάσιος, ὁ Βασίλειος καί ὁ Γρηγόριος, καί ὅλη ἡ χορεία τῶν θεοφόρων Πατέρων· ὅτι ἀκριβῶς μέ τήν τριπλή ἁγιότητα φανερώνουν κρυφά σέ μᾶς τά ἅγια Σεραφίμ τίς τρεῖς ὑποστάσεις τῆς ὑπερουσίου θεότητος, καί μέ τήν μία κυριότητα γνωρίζουν σέ μᾶς τήν μία οὐσία καί βασιλεία τῆς θεαρχικῆς Τριάδος.

* Ἰ. Δαμασκηνός, Ἔκδοσις ἀκριβής τῆς Ὀρθοδόξου Πίστεως, ΕΠΕ 19, Θεσ/νίκη 1976, σσ. 322-325. 

 Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τῆς  Μέλιας»

«Ο ΑΓΙΟΣ ΝΙΚΗΤΑΣ ὁ ἐν Σέρραις ἀθλήσας».
Διμηνιαῖο Περιοδικό Ἱερᾶς Μητροπόλεως Σερρῶν καί Νιγρίτης
Τεῦχος 242, Μάϊος – Ἰούνιος 2012 

Εἰκόνα ἀπὸ: foma.ru

τὸ «σπιτὰκι τῆς  Μέλιας»

violet flower smiley

Advertisements