ΙΑΜΑΤΩΝ ΚΡΟΥΝΟΥΣ

.

Αθλητῶν οἱ δῆμοι, καὶ μαρτύρων χοροί, συνεφραίνονται τῇ θείᾳ κοιμήσει σου, μεγαλύνοντες Χριστὸν τὸν Λυτρωτήν.

Βασιλείας ὄντως καὶ ἀφθάρτου τρυφῆς, κατηξίωσαι τρισμάκαρ Δημήτριε ἐναθλήσας ἐν σταδίῳ πανσθενῶς.

Γήινος ὑπάρχων καὶ ἐν κάλλει λαμπρός, οὐκ ἐφρόντισας σαρκὸς ἡδυπάθειαν, ἀλλ’ ἐδόθης τῷ Χριστῷ ὁλοσχερῶς.

Δημητρίου θείαις, εὐπροσδέκτοις εὐχαῖς, τὴν Ἑλλάδα ὁ Θεὸς διαφύλαξον, ἐξ αἱρέσεων παντοίων καὶ δεινῶν.

Εχων θεῖον ὅπλον, τὸν Κυρίου Σταυρόν, τῶν δαιμόνων ἐτροπώσω τὰς φάλαγγας, τροπαιοῦχος νικητὴς ἀναδειχθείς.

Ζηλωτὴς τοῦ πάθους, γεγονὼς τοῦ Χριστοῦ, ἐλογχεύθης τὰς πλευράς σου Δημήτριε, ἀνελθὼν ἀπὸ τῆς γῆς εἰς οὐρανούς.

Η Θεσσαλονίκη σὲ προστάτην θερμόν, κεκτημένη ἐσαεὶ διασώζεται ἐκ παντοίας τῶν ἐχθρῶν ἐπιδρομῆς.

Θεῖον ἰατρεῖον καὶ θαυμάτων πηγήν, τὸν πανέντιμον ἀνέδειξε τάφον σου ὁ δοξάζων τοὺς δοξάζοντας αὐτόν.

Ιλαρὸς τοῖς τρόποις, ἱλαρὸς τὴν ψυχήν, ἱλαρὸς ὑπάρχων ἔργοις Δημήτριε, γῆν πραέων ἠξιώθης κατοικεῖν.

Καθαρᾷ καρδίᾳ, ἀθλοφόρε σοφέ, καὶ τῷ πνεύματι Δημήτριε ζέοντι ἀνεκήρυξας τοῖς πᾶσι τὸν Χριστόν.

Λύτρωσαι κινδύνων, συμφορῶν καὶ δεινῶν καὶ ἐκ θλίψεων παντοίων Δημήτριε, τοὺς προστρέχοντας τῇ σκέπῃ σου θερμῶς.

Μύρον πανευῶδες ἀναβρύει σοφέ, ὁ πανίερός σου τάφος Δημήτριε κατευφραῖνον τὰς ψυχὰς τῶν εὐσεβῶν.

Νέκρωσιν ὑπέστης, ἐναθλήσας στερρῶς, ἀλλὰ ζῇς ἐν οὐρανοῖς ὢ Δημήτριε, εὐφραινόμενος μαρτύρων τοῖς χοροῖς.

Ξόανα εἰδώλων, σαῖς εὐχαῖς καθελών, πρὸς Χριστοῦ δόξαν καὶ αἶνον Δημήτριε, ᾠκοδόμησας ναοὺς πνευματικούς.

Ολοψύχως μάκαρ, ἀγαπήσας Χριστόν, σοῦ τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκας, καὶ ἀνῆλθες πρὸς αὐτὸν περιχαρῶς.

Παντευχίαν μάκαρ, κεκτημένος τὴν σήν, τὸν Λυαῖον ὡς στρουθίον Δημήτριε, συνετρίψατο ὁ Νέστωρ πανσθενῶς.

Ρωμαλαῖος ὄντως, σώματι καὶ ψυχῇ, ὡς νηπίων βέλη μάκαρ λελόγισαι τῶν νυττόντων σου, ταῖς λόγχαις τὰς πλευράς.

Στηριχθεὶς τῇ πέτρᾳ, τῶν Χριστοῦ ἐντολῶν, οὐκ ἐκάμφθης ταῖς βασάνοις Δημήτριε, ἀλλ’ ἐνήθλησας στερρῶς καὶ ἀκλινῶς.

Τίς ἐξείπει μάκαρ, τοὺς ἀγῶνας τοὺς σούς, ἀθλοφόρε Μυροβλῆτα Δημήτριε, οὓς ὑπέστης δι’ ἀγάπην τοῦ Χριστοῦ.

Υμνους παννυχίους, ὕμνους θεοτερπεῖς, ἐν τῇ μνήμῃ σου τρισμάκαρ Δημήτριε, ἀναμέλπομεν πρὸς δόξαν τοῦ Θεοῦ.

Φωταυγεῖς πεμφθέντες, ἄγγελοι ἐκ Θεοῦ, σὲ ἐνίσχυον ἀθλοῦντα καὶ ἔλαβον, τὴν ὁλόφωτον καὶ θείαν σου ψυχήν.

Χαίρει καὶ κομπάζει, ἡ πατρίς σου σοφέ, ὁ Δημήτριος ἐμὸν πέλει βλάστημα, φιλανθρώπως ἐκ Θεοῦ ἐμοὶ δοθέν.

Ψάλλοντά με δέξαι· πενιχρὰν σοὶ ὠδὴν καὶ Χριστὸν ὑπὲρ ἡμῶν καθικέτευε, τῶν τιμώντων σε Δημήτριε σοφέ.

Ως πηγὴ ἐκβλύζει, ἰαμάτων κρουνούς, ἡ πανσέβαστος εἰκών σου Δημήτριε, τοῖς προστρέχουσι ἐν πίστει ἀληθεῖ.

 Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τῆς  Μέλιας»

ΠΕΙΡΑΙΚΗ ΕΚΚΛΗΣΙΑ
Μηνιαία ἔκδοση Ἱερᾶς Μητροπόλεως Πειραιῶς
Ἔτος 23ο – Τεῦχος 252 – Ὀκτώβριος 2013 

Εἰκόνα: «Ὁ Ἅγιος Δημήτριος», φορητὴ εἰκόνα, Ἱ. Μονὴ Βατοπαιδίου,Ἅγιον Ὄρος 

τὸ «σπιτὰκι τῆς  Μέλιας»

violet flower smiley