Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ.
Ψάλλει ο Πρωτοψάλτης Ευγένιος Χαρδαβέλλας.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Φαράσων τὸν γόνον,
καὶ τοῦ Ἄθωνος κλέϊσμα,
καὶ τῶν πάλαι ὁσίων,
μιμητὴν καὶ ἰσότιμον,
Παΐσιον τιμήσωμεν πιστοί,
τὸ σκεῦος χαρισμάτων τὸ μεστόν,
ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς,
τοὺς πίστει ἀνακράζοντας,
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.


Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Ὥσπερ ἄγγελος,
φανεὶς ἐν κόσμῳ,
ἐν τοῖς ἔτεσι,
τοῖς τελευταίοις,
χριστομίμητε Παΐσιε ὅσιε,
ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,
ὡς παμφαέστατος ἥλιος ἔλαμψας,
καὶ κατηύγασας,
πιστῶν τὰ πλήθη τῇ χάριτι,
τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Παΐσιε γέγονας,
τῶν ἀσκητῶν ἡ κρηπίς,
τοῦ Ἄθωνος κλέϊσμα,
καὶ Σουρωτῆς ὁ τροφός,
Κονίτσης τὸ καύχημα,
σὺ γὰρ ἐπὶ τὰ ἴχνη,
Ἀρσενίου ὁδεύσας,
εἴληφας χαρισμάτων,
τὴν πληθὺν Παρακλήτου,
ἀφθόνως τοῖς σὲ τιμῶσιν,
παρέχων τὰ πρόσφορα.


Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τὸν πανεύφημον ἄνδρα,
τοῦ ὄρους Ἄθωνος,
τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων,
καθάπερ φάος λαμπρόν,
τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα,
καὶ νοσήματα ψυχῶν,
καὶ σαρκὸς ἐπιφοράς,
ἰώμενον ὑπὲρ φύσιν,
τῆς προοράσεως λύχνον,
νέον Παΐσιον τιμήσωμεν.

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός,
Ἄθωνος τὸ κλέος,
μοναζόντων ὁ στολισμός,
χαίροις Ἐκκλησίας,
διδάσκαλος ὁ νέος,
Παΐσιε θεόφρον,
ἡμῶν τὸ καύχημα

Αντιγραφή για το «σπιτάκι της Μέλιας»

Πηγή: βίντεο στο youtube

Εικόνες από: Ορθόδοξος Συναξαριστής

violet flower smiley