Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

( Ιωάν. ε΄115)

Τῷ καιρῷ ἐκεῖνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.

Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.

Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. Ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον  τὸν κράβαττόν σου καὶ περιπάτει. Ἡρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· Ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Μετάφρασι

Ἐκεῖνο τόν καιρό ἀνέβηκε ὁ Ἰησοῦς στά Ἱεροσόλυμα. Ὑπάρχει δέ στά Ἱεροσόλυμα πλησίον της προβατικῆς πύλης δεξαμενή μέ πέντε στοές, ἡ ὁποία στά ἑβραϊκά ( ἀκριβέστερα στά ἀραμαϊκά) ἐπονομάζεται Βηθεσδά.Σ’ αὐτές (τίς στοές) ἦταν κάτω ἕνα μεγάλο πλῆθος ἀπό τούς ἀσθενεῖς, τυφλούς, κουτσούς, παράλυτους, καί περίμεναν τήν κίνηση τοῦ ὕδατος. Διότι ἄγγελος κατά διαστήματα κατέβαινε στή δεξαμενή, καί ταρασσόταν τό νερό.

Ἐκεῖνος δέ πού ἔμπαινε σ’ αὐτή πρῶτος μετά τήν ταραχή τοῦ νεροῦ, γινόταν ὑγιής ἀπ’ ὁποιοδήποτε νόσημα κατεχόταν. Ἦταν δέ ἐκεῖ κάποιος ἄνθρωπος, πού ἦταν ἀσθενής τρανταχτώ ἔτη. Βλέποντας αὐτόν Ἰησοῦς κατάκοιτο, καί γνωρίζοντας, ὅτι γιά πολύ ἤδη χρόνο ἦταν σ’ αὐτή τήν κατάσταση, τοῦ λέγει:«Θέλεις νά γίνῃς ὑγιής;».

Ἀποκρίθηκε ὁ ἀσθενής: «Κύριε, δέν ἔχω ἄνθρωπο γιά νά μέ κατεβάσπ στή δεξαμενή, ὅταν τό νερό ταραχθῆ.’Ἔτσι, ἐνῷ προσπαθῶ νά κατέβω ἐγώ, προλαμβάνει καί κατεβαίνει ἄλλος».Τοῦ λέγει ὁ Ἰησοῦς:«Σήκω ἐπάνω, πάρε τό κρεββάτι σου καί περιπάτει».

Καί ἀμέσως ἔγινε ὑγιής ὁ ἄνθρωπος, πῆρε τό κρεββάτι του καί περιπατοῦσε. Ἦταν δέ Σάββατο ἐκείνη τήν ἡμέρα. Οἱ δέ Ἰουδαῖοι ἔλεγαν στό θεραπευμένο: «Εἶναι Σάββατο. Δέν σοῦ ἐπιτρέπεται νά σηκώσης τό κρεββάτι».

Τούς εἶπε: «Ἐκεῖνος, πού μέ ἔκανε ὑγιῆ, ἐκεῖνος μου εἶπε, «Πάρε τό κρεββάτι σου καί περιπάτει».

Τόν ρώτησαν τότε:«Ποιός εἶναι ὁ ἄνθρωπος πού σοῦ εἶπε, «Πάρε τό κρεββάτι σου καί περιπάτει»;».

Ἀλλ’ ὁ θεραπευμένος δέν ἤξερε ποιός εἶναι, διότι ὁ Ἰησοῦς διέφυγε ἀπαρατήρητος λόγω τοῦ πλήθους, πού ἦταν ἐκεῖ. Μετά ἀπό αὐτά ὁ Ἰησοῦς τόν βρῆκε στό ναό καί τοῦ εἶπε:«Κοίταξε, ἔγινες καλά. Νά μήν ἁμαρτάνῃς πλέον, γιά νά μή σοῦ συμβεῖ τίποτε χειρότερο».

Πῆγε ὁ ἄνθρωπος καί ἀνήγγειλε στούς Ἰουδαίους, ὅτι αὐτός, πού τόν ἔκανε ὑγιῆ εἶναι ὁ Ἰησοῦς.

Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τὴς Μέλιας»


ΤΑ ΕΥΑΓΓΕΛΙΑ ΤΩΝ  ΚΥΡΙΑΚΩΝ
Κείμενο-Μετάφρασι-Σχόλια
ΛΕ­ΜΕ­ΣΟΣ 2007

Εικόνες από: mcdiocese / orthodoxspokane

violet flower smiley