Ἀνδρέας ἀρχιεπίσκοπος Κρήτης, ὁ ῾Ιεροσολυμίτης

᾽Επέστη σήμερον ἡ πάντων χαρά, λύουσα τὴν πρῴην ἀράν. ᾽Επέστη ὁ πανταχοῦ, ἵνα τὰ πάντα πληρώσῃ χαρᾶς.

῎Επέστη δὲ πῶς; Οὐ δορυφόρους ἔχων, οὐ στρατιὰς ἀγγέλων συνεπαγόμενος, οὐ κομπάζων τὴν πρόοδον, ἀλλ’ ἡσυχῇ καὶ ἠρέμα· τοῦτο ποιῶν, ἵνα λάθῃ τὸν ἄρχοντα τοῦ σκότους, ἵνα τέχνῃ σοφίας παγιδεύσας τὸν ὄφιν, καὶ τὸν δράκοντα φενακίσας τὸν νοῦν, τὸν Ἀσσύριον τὸν πᾶσαν ὑφ’ ἑαυτὸν δουλωσάμενον τὴν ἀνθρωπίνην εὐγένειαν, ἁρπάσῃ τὸ λάφυρον.

Οὐκ ἀνασχομένης αὐτοῦ τῆς ἀπειρομεγέθους περὶ ἡμῶν εὐσπλαγχνίας τοσοῦτον ἔργον ζημιωθῆναι τὸν ἄνθρωπον, δι’ ὅν οὐρανοὺς ἐκαμάρωσε* γῆν, ἐστερέωσεν, ἀέρα ἐξέχεε, θάλασσαν ἥπλωσε, καὶ τὴν φαινομένην ἅπασαν ἐτεκτήνατο κτίσιν.

Διὰ τοῦτο Θεὸς ἐπὶ γῆς, Θεὸς ἐξ οὐρανοῦ, Θεὸς ἐν ἀνθρώποις, Θεὸς ἐν γαστρὶ Παρθένου φερόμενος, ὁ πανταχοῦ μὴ χωρούμενος.

᾽Ευτεῦθεν ἡ ἀνθρώπου φύσις χαρᾶς προοίμια δέχεται, καὶ τὴν, ἀρχὴν λαμβάνει θεώσεως. ᾽Εντεῦθεν τὸν ἑαυτῆς ἀποκειραμένη τῆς ἁμαρτίας πολυφάνταστον πλοῦτουν νυμφοστολεῖται τῷ Κτίσαντι. ᾽Εντεῦθεν ἡμῶν ἡ πρώτη διάπλασις, νέαν ἀνάπλασιν δέχεται καὶ ὁ γηραιὸς κόσμος τὴν ἐξ ἁμαρτίας παλαίωσιν ἀποτίθεται.

Ἀλλ’ « Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Σταλαξάτω τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ἀγαλλίασιν», ὅτι ἐλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Σήμερον γὰρ « τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων μυστήριον » φανεροῦται « καὶ ἀνακεφαλαίωσιν ἐν Χριστῷ τὰ σύμπαντα δέχεταὶ ».

Σήμερον ἡ δημιουργὸς τῶν ὅλων ἐξουσὶαρχία, τὴν προβεβουλευμένην αὐτῇ, τῆς τῶν ὄντων ποιήσεως, πρὸς πέρας ἄγει βουλήν, ἵνα τὴν καθ’ ἡμῶν ἐξ ἀρχῆς προεπινοηθεῖσαν τῇ ἀρχηγῷ τῆς κακίας βουλὴν διακρούσηται.

Διὰ τοῦτο χορεύουσιν ἄγγελοι, συγχαίρουσιν ἄνθρωποι καὶ ὁ σύμπας ἀνανεούμενος πρὸς ἑαυτὸν ἐπανέρχεται κόσμος. Τίς νοῦς, ποία δὲ ταῦτα χωρήσει γλῶττα; μήτε γε λόγος ἐκφράσαι δυνήσαιτο, ἤ ἀκοὴ δέξασθαι.

Εἰκότως οὖν ἡ παροῦσα πανήγυρις φαιδρὰ καὶ γεγανυμένη συγκεκρότηται σήμερον, τὴν παγγενεστάτην τοῦ ἡμετέρου φυράματος ἑορτάζουσα πρόσληψιν. Τίς οὖσα καὶ ποταπή*; Τῆς μὲν κτήσεως σπάσης εὐφρόσυνον, τοῦ δὲ γένους ἀνόρθωσις. Οὐκοῦν χαρᾶς εὐαγγέλια σήμερον. Θεοῦ φιλανθρωπίας μηνύματα παγκοσμίου σωτηρίας χαρμόσυνα.

Πόθεν καὶ παρὰ τίνος καὶ πρὸς τίνα ἥκοντα;

Εξ οὐρανοῦ καὶ « παρὰ Θεοῦ καὶ πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί ». Τίς ἡ παρθένος; Τίς ὁ ἀνήρ; Τίνα δὲ τούτοις ὀνόματα; Τῇ μὲν Μαρία· τῷ δὲ ᾽Ιωσήφ. ᾽Αμφότεροι δὲ ἦσαν « ἐκ γένους Δαβίδ ». Τίνος ταῦτα διακονοῦντος καὶ ὅθεν ἥκοντος; τοῦ ἀρχαγγέλου Γαβριὴλ ἐξ ὑψίστου ἀποσταλέντος εἰς διακονίαν τοῦ θαύματος.

῎Εδει γὰρ τοῦ ῞Υψίστου τὸν λειτουργόν, ἐκ τῶν ὑψίστων ἐπὶ γῆς καταπτάντα, παράδοξον ἐπὶ παραδόξοις τοῖς πράγμασι διακοσμῆσαι μυστήριον. Τί τοῦτο; τοῦ Κυρίου συγκατάβασιν, τὴν ἄρρητον τῆς περὶ ἡμᾶς οἰκονομίας φανέρωσιν, τὴν ἀπ’ αἰῶνος κεκαλυμμένην τῆς θείας βουλῆς καὶ προγνώσεως ἔμφασιν καὶ βεβαίωσιν.

Ἀλλὰ ποῦ ταῦτα καὶ πότε καὶ ὅτου χάριν; « Εἰς Ναζαρέτ, πόλιν τῆς Γαλιλαίας, τῷ μηνὶ τῷ ἕκτῳ, καθ’ ὃν ᾽Ιωάννης συνείληπτο », ἵνα τὸν ἐρχόμενον κηρύξῃ ἐγγάστριον. ῞Οθεν ὁ Γαβριὴλ πρὸς τὴν ἐπίγειον παστάδα, τῶν αἰθερίων καταπτὰς ὑπερῴων, ἐπέστη τῇ Ναζαρέτ, καὶ τῇ αρθένῳ προσελθών, τῆς ἀφράστου οἰκονομίας ἀψοφητὶ διηκόνει τὸ μήνυμα.

Τοῦτο τῆς πρὸς ἀνθρώπους θείας καταλλαγῆς τὸ μυστήριον. Τοῦτο πανηγυρίζομεν σήμερον, τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους συνάφειαν, τὴν τοῦ προσλήμματος θέωσιν, τὴν τῆς εἰκόνος ἡμῶν ἀναμόρφωσιν, τὴν εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τὴν εἰς οὐρανοὺς ὕψωσιν καὶ ἀνάβασιν.

Διὰ τοῦτο χαρᾷ χαίρει τὰ σύμπαντα σήμερον καὶ πᾶσα τῶν ὑπερκοσμίων δυνάμεων ἡ νοητὴ διακόσμησις* ταῖς θείαις περὶ ἡμᾶς καταλλαγαῖς ἐπισπένδεται. Φίλον γὰρ αὐταῖς πρὸς Θεὸν ἡμῶν ἐπανόρθωμα καὶ ἡ πρὸς τὴν ἀμείνω κατάστασιν πρόοδος καὶ ἀνάβασις.

Καὶ γάρ εἰσι λίαν συμπαθεῖς καὶ φιλάνθρωποι, ἅτε «είς διακονίαν ἀποστελλόμεναι τῶν μελλόντων κληρονομεῖν σωτηρίαν ». Τοιγαροῦν ἀγγαλιάσθω τὰ σύμπαντα σήμερον καὶ ἡ φύσις σκιρτάτω. ῾Ο οὐρανὸς γὰρ ἐξανοίγεται, ἡ γῆ τὸν Βασιλέα τοῦ παντὸς ἀφανῶς ὑποδέχεται. Ναζαρέτ, τὴν ᾽Εδὲμ μιμουμένη, τὸν τῆς ᾽Εδὲμ φυτουργὸν ἐγκολπάζεται.

῾Ο Πατὴρ τῶν οἰκτιρμῶν τὴν ἀνθρωπίνην ἐσχατιάν, τῷ μόνῳ μόνος ἐξ αὐτοῦ γεννηθέντι μνηστεύεται· καὶ Γαβριὴλ τῷ μυστηρίῳ διακονεῖ καὶ τῆ, παρθένῳ ὑποφωνεῖ τὸ Χαῖρε, ἵνα τὴν χαρὰν ἣν ἡ προμήτωρ ἀπώλεσεν, ἡ θυγάτηρ τοῦ ᾽Αδὰμ ἡ ἐκ Δαβὶδ ἀνατείλασα, δι᾽ ἑαυτῆς ἀνασώσηται..

Σήμερον ὁ τῆς δόξης πατὴρ εἰς οἶκτον τοῦ ἀνθρωπίνου γένους ἐλθών, τὴν ἐν Ἀδὰμ φθαρεῖσαν φύσιν ἱλέῳ κατοπτεύει τῷ βλέμματι. Σήμερον τῶν αὐτοῦ παναγάθων σπλάγχνων ὁ τῆς εὐσπλαγχνίας δοτὴρ, ἀνακαλύπτει τὴν ἄβυσσον, καὶ διοχετεύει τῇ φύσει τὸν ἔλεον, ὡς ὕδωρ πολὺ καλύψας θαλάσσας.

῞Ἔπρεπε γὰρ τῷ «ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε», ἐλέῳ τῆς καθ’ ἡμᾶς ἀρχαίας ἀρᾶς τὴν καταδίκην ἀμείψασθαι δόξῃ τε τῇ ἐαυτοῦ παραδοξάσαι τὴν ἀδοξήσασαν ἐν ᾽Αδὰμ φύσιν καὶ ἀληθείᾳ τὴν τοῦ Πατρὸς τοῦ ψεύδους ἐπίκρημνον συμβουλὴν ἀποσείσασθαι, ἦς ἔργον ἡ πρώτη, παράβασις τὸῦ Ἀδαμιαίου πλάσματος τὸ παράπτωμα…

(J. P. MIGNE, Patroligia Graeca τ. 97, σ. 881 – 883)

Ἀνδρέας ἀρχιεπίσκοπος Κρήτης, ὁ ῾Ιεροσολυμίτης – ᾽Εγεννήθη περὶ τὸ 660 εἰς τὴν Δαμασκὸν καὶ ἀπέθανε περὶ τὸ 725. ᾽Εκάρη μοναχὸς εὶς ῾Ιεροσόλυμα. Τὸ 685 ἀπεστάλη εἰς Κωνσταντινούπολιν καὶ προεχειρίσθη διάκονος τῆς ῾Αγίας Σοφίας, κατόπιν δὲ προήχθη εἰς ἀρχιεπίσκοπον Κρήτης. Διεκρίθη ὡς ἐκκλησιαστικὸς ρὴτωρ καὶ ὑμνογράφος.

Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τὴς Μέλιας»

ΝΕΟΕΛΛΗΝΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Β’ ΛΥΚΕΙΟΥ
Γ. ΚΑΛΑΜΑΤΙΑΝΟΥ, Μ. ΣΤΑΘΟΠΟΠΟΥ. ΧΡΙΣΤΟΦΕΛΛΗ Ν. ΚΟΝΤΟΠΟΥΛΟΥ, ΕΥ. ΦΩΤΙΑΔΟΥ – ΗΛ. ΜΗΝΙΑΤΗ
1967

Εικόνα από: foma.ru

violet flower smiley