(Η φυγή στην Αίγυπτο , τοιχογραφία από τη Μονή Αγίου Νεοφύτου στην Κύπρο).

 (Ματθ. β’ 13-23)

­να­χω­ρη­σάν­των ­τῶν Μάγων ἰ­δοὺ ἄγ­γε­λος Κυ­ρί­ου φα­ί­νε­ται κα­τ’ ὄ­ναρ τῷ Ἰ­ω­σὴφ λέ­γων· Ἐ­γερ­θεὶς πα­ρά­λα­βε τὸ παι­δί­ον καὶ τὴν μη­τέ­ρα αὐ­τοῦ καὶ φεῦ­γε εἰς Αἴ­γυ­πτον, καὶ ἴ­σθι ἐ­κεῖ ἕ­ως ἂν εἴ­πω σοι· μέλ­λει γὰρ Ἡ­ρῴ­δης ζη­τεῖν τὸ παι­δί­ον τοῦ ἀ­πο­λέ­σαι αὐ­τό.

Ὁ δὲ ἐ­γερ­θεὶς πα­ρέ­λα­βεν τὸ παι­δί­ον καὶ τὴν μη­τέ­ρα αὐ­τοῦ νυ­κτὸς καὶ ἀ­νε­χώ­ρη­σεν εἰς Αἴ­γυ­πτον.

Καὶ ἦν ἐ­κεῖ ἕ­ως τῆς τε­λευ­τῆς Ἡ­ρῴ­δου· ἵ­να πλη­ρω­θῇ τὸ ῥη­θὲν ὑ­πὸ Κυ­ρί­ου διὰ τοῦ προ­φή­του λέ­γον­τος . Ἐξ Αἰ­γύ­πτου ἐ­κά­λε­σα τὸν υἱ­όν μου.

Τό­τε Ἡ­ρῴ­δης ἰ­δὼν ὅ­τι ἐ­νε­πα­ί­χθη ὑ­πὸ τῶν μά­γων ἐ­θυ­μώ­θη λί­αν, καὶ ἀ­πο­στε­ί­λας ἀ­νεῖ­λεν πάν­τας τοὺς παῖ­δας τοὺς ἐν Βη­θλέεμ καὶ ἐν πᾶ­σι τοῖς ὁ­ρί­οις αὐ­τῆς ἀ­πὸ δι­ε­τοῦς καὶ κα­τω­τέ­ρω, κα­τὰ τὸν χρό­νον ὃν ἠ­κρί­βω­σεν πα­ρὰ τῶν μά­γων.

Τό­τε ἐ­πλη­ρώ­θη τὸ ῥη­θὲν διὰ Ἰ­ε­ρε­μί­ου τοῦ προ­φή­του λέ­γον­τος· Φω­νὴ ἐν Ρα­μὰ ἠ­κο­ύ­σθη, κλαυθ­μὸς καὶ ὀ­δυρ­μὸς πο­λύς· Ρα­χὴλ κλα­ί­ου­σα τὰ τέ­κνα αὐ­τῆς, καὶ οὐκ ἤ­θε­λεν πα­ρα­κλη­θῆ­ναι ὅτι οὐκ εἰσί. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.

Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· Χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

.

Χαραλάμπους Νεοφύτου Πρεσβυτέρου

ΤΑ ΕΥΑΓΓΕΛΙΑ ΤΩΝ ΚΥΡΙΑΚΩΝ
Κείμενο-Μετάφρασι-Σχόλια
ΛΕΜΕΣΟΣ 2007

.
Εικόνα από: ΡΕΘΕΜΝΟΣ

.

Ἀντιγραφή γιὰ τὸ «σπιτὰκι τὴς Μέλιας»

violet flower smiley

Επιτρέπεται η αναδημοσίευση με αναφορά στην πηγή : «το σπιτάκι της Μέλιας»