Ὑμνοῦμέν Σε παρθένε ἁγνὴ Θεοκυῆτορ
δι’ ἧς τὸ θεῖον κάλλος ἀνέτειλε τῷ κόσμῳ
καὶ πόθῳ γλυκυτάτῳ, κόρη, Σὲ εὐλογοῦμεν.

Γλώσσῃ ἱερωτάτῃ καὶ χείλεσι ἁγίοις
καρδίᾳ ἁγνευούσῃ ψυχῇ καθαρωτάτῃ
ὁμολογοῦμεν πάντες ἁγνὴν Θεοῦ μητέρα.

Φλόγα τὴν βάτῳ πάλαι ὁ νομοδότης βλέπων
μὴ πυρπολοῦσαν, κόρη, τὸν τύπον κατενόει
τοῦ τόκου Σου τοῦ θείου, ἁγνὴ Θεοκυῆτορ.

Εὐλογημένη Χαῖρε, Θεογεννῆτορ κόρη,
ὡς ἀληθῶς τῆς πάλαι ἀρᾶς ἠλευθερώθη
τὸ γένος τῶν ἀνθρώπων
τῷ τόκῳ Σου Παρθένε,

Σῆς συμπαθείας, κόρη, ἀξίωσον βοῶ Σοι,
ἡ μόνη ἀπορρήτως κυήσασα τὸν Λόγον
καί σῶσον σαῖς πρεσβείαις
τοὺς πίστει Σὲ ὑμνοῦντας.

Σὺ μόνη ἀνεδείχθης, Παρθένε Θεοτόκε,
ἀφθόρως Θεομῆτορ Θεόν, γὰρ ἀπορρήτως
νηδύι συλλαβοῦσα ἀπέτεκες τῷ κόσμῳ.

Καταφυγὴ καὶ σκέπη πιστῶν καὶ προστασία,
θερμὴ ἱκετηρία, ταχεῖα μεσιτεία,
τοὺς Σὲ πιστῶς τιμῶντας Σὺ φρούρει, Παναγία.

.

Ὕμνος μθ΄, Θεοτοκάριον, Ἁγίου Νεκταρίου (Κεφαλᾶ), Μητροπολίτου Πενταπόλεως, Καστέλλιον 1967

.

Περιοδικό Πειραϊκή Εκκλησία
Μηνιαία ἔκδοση
Ἱερᾶς Μητροπόλεως Πειραιῶς
Ἔτος 22ο – Τεῦχος 240 – Σεπτέμβριος 2012

.

Εικόνα: Η παράσταση της Γέννησης της Θεοτόκου από το καθολικό της μονής Δαφνίου από:haidari.gr

 .

Αντιγραφή για το «σπιτάκι της Μέλιας«

flowers smiley